[00:00.000] 作曲 : Ozseb Aron Toth [00:08.542]Μναμοσύνας τόδε ἱερόν, ἐπεὶ ἂμ μέλληισι θανεῖσθαι. [00:23.999]Εἶς Ἀίδαο δόμους εὐήρεας, ἔστ’ ἐπὶ δεξιὰ κρήνα, [00:35.318]πὰρ δ’ αὐτὰν ἑστακυῖα λευκὰ κυπάρισσος. [00:48.899]ἐνθα κατερχόμεναι ψυχαὶ νεκύων ψύχονται. [00:57.342]Ταύτας τᾶς κράνας μηδὲ σχεδὸν ἐνγύθεν ἔλθηις. [01:10.514]Πρόσθεν δὲ εὑρήσεις τᾶς Μναμοσύνας ἀπὸ λίμνας [01:21.018]ψυχρὸν ὕδωρ προρέον. φύλακες δ’ ἐπύπερθεν ἔασι, [01:33.582]Τοὶ δέ σε εἰρήσονται ἐνὶ φρασὶ πευκαλίμαισι [01:41.772]ὅττι δὲ ἐξερέεις Ἄϊδος σκότος ἠερόεντος. [01:52.400]εἶπον «ὑὸς Βαρέας καὶ Οὐρανοῦ ἀστερόεντος, [02:01.768]δίψαι δ’ εἰμ’ αὖος καὶ ἀπόλλυμαι, ἀλλὰ δότ’ ὦκα [02:09.385]ψυχρὸν ὕδωρ πιέναι τῆς Μνημοσύνης ἀπὸ λίμνης.» [02:21.131]καὶ δή τοι ἐλεοῦσιν ὑπὸ χθονίωι βασλῆι, [02:31.116]καὶ δή τοι δώσουσι πιὲν τᾶς Μναμοσύνας ἀπὸ λίμνας [02:42.351]καὶ δὴ καὶ σὺ πιὼν ὁδὸν ἔρχεαι ἅν τε καὶ ἄλλοι [02:50.012]μύσται καὶ βάχχοι ἱερὰν στείχουσι κλεινοί.