作曲 : Ozseb Aron Toth Πότνιαι Νηρήϊδες ἀβλάβην μοι τὸν κασίγνητον δότε τυῖδ᾽ ἴκεσθαι κὤσσα ϝῷ θύμῳ κε θέλῃ γένεσθαι πάντα τελέσθην ὄσσα δὲ πρόσθ᾽ ἄμβροτε πάντα λῦσαι καὶ φίλοισι ϝοῖσι χάραν γένεσθαι κὠνίαν ἔχθροισι· γένοιτο δ᾽ ἄμμι μήποτ᾽ἀμείδης, τὰν κασιγνήταν δὲ θέλοι πόησθαι ἔμμορον τίμας, ὀνίαν δὲ λύγραν ἐκλάθοιτ᾽, ὄτοισι πάροιθ᾽ ἀχεύων τὦμον ἐδάμνα κῆρ