第一德尔斐颂歌 刻于德尔斐雅典圣库南外墙 第一节 Κώνα βαθύδενδρον αἳ λάχετε Διὸς ἐριβρόμου· θύγατρες εὐώλενοι, μόλετε συνόμαιμον ἵνα Φοῖβον ὠιδαῖσι μέλψητε χρυσεοκόμαν, ὃς ἀνὰ δικόρυμβα Παρνασσίδος τᾶσδε πετέρας ἕδραν ἅμ’ἀγακλυταῖς Δελφίσιν Κασταλίδος εὐΰδρου νάματ’ἐπινίσεται, Δελφὸν ἀνὰ πρῶνα μαντεῖον ἐφέπων πάγον. 第二节 κλυτὰ μεγαλόπολις Ἀθθὶς, ἐχαιεῖ․σι φερόπλοιο ναίουσα Τριτωωνίδος Τριτωνίδος δάπεδον ἄθραυστον· ἁγίοις δὲ βωμοῖσιν Ἅφαῖστος αἴθει νέων μῆρα ταύρων· ὁμοῦ δέ νιν Ἄραψ ἀτμὸς ἐς Ὄλυμπον ἀνακίδναται· λιγὺ δὲ λωτὸς βρέμων αἰόλοις μ̣έλεσιν ὠιδαὰν κρέκει· χρυσέα δ’ἀδύθρους κίθαρις ὕμνοισιν ἀναμέλπεται. 第三节 ὁ δὲ τεχνιτῶν πρόπας ἐσμὸς Ἀθθίδα λαχὼν ἀγλαίζει κλυτὸν παῖδα μεγάλου Διὸς, σοὶ γὰρ ἔπορ’ἀκρονιφῆ τόνδε πάγον, ἄμβροτ’ἀψευδέ’οὗ πᾶσι θνατοῖς προφαίνεις λόγια· τρίποδα μαντεῖον ὡς εἴλες, ὃν μέγας ἐφρούρει δράκων, ὅτε τέκος Γᾶς ἀπέστησας αἰόλον ἑλικτὰν φυάν, ἔσθ’ὁ θὴρ πυκνὰ συρίγμαθ’ ἱεὶς ἀθώπευτ’ἀπέπνευσ’ὁμῶς· ὡς δὲ Γαλατᾶν ἄρης βάρβαρος, τάνδ᾽ ὃς επὶ γαῖαν ἐπέρασ’ἀσέπτως χιόνος ὤλεθ᾽ ὑγραῖς χοαῖς. 未被还原 σ.αλλιωγεενναν ν θαλοσ φιλομ σ δααμοιο λο ρων εφορο τεονκ εναικ νθη 注: 1指缪斯 2指雅典娜。一说雅典娜为利比亚(即非洲)的特里同尼斯湖女神与波塞冬之女(希罗多德《历史》第四卷第一八〇节)。一说雅典娜出生后被送至特里同尼斯湖,由湖中宁芙抚养(欧里庇德斯悲剧《伊翁》八七二行)。一说雅典娜为海神特里同之养女(伪阿波罗多罗斯《书库》三章十二节)。 3指阿波罗 4公元前二七九年,高卢人的一支——布伦努斯人袭击德尔斐,欲掠夺圣库财富。据保萨尼阿斯与查士丁所说(保萨尼阿斯《希腊志》十卷二十三节,查士丁《〈腓力史〉摘要》二十四卷七至八节),布伦努斯人突遭雷雨,入夜寒冷以致结霜,天明后为希腊人大败。撤退时为希腊人全歼。